Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.89 Joseph. AJ 14.94 (English) >>Joseph. AJ 14.99

14.92

Ἀριστοβούλου δὲ διαδράντος ἐκ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ τὸ Ἀλεξάνδρειον, ὅπερ ἦν νεωστὶ κατεσκαμμένον, ἀνακτίζειν προαιρουμένου, πέμπει Γαβίνιος ἐπʼ αὐτὸν στρατιώτας καὶ ἡγεμόνας Σισένναν τε καὶ Ἀντώνιον καὶ Σερουίλιον κωλύσοντάς τε τὸ χωρίον αὐτὸν κατασχεῖν καὶ συλληψομένους αὐτόν. 14.93πολλοὶ δʼ Ἀριστοβούλῳ τῶν Ἰουδαίων κατὰ τὴν παλαιὰν εὔκλειαν προσέρρεον καὶ δὴ καὶ νεωτέροις χαίροντες ἀεὶ πράγμασιν· Πειθόλαος γοῦν τις ὑποστράτηγος ἐν Ἱεροσολύμοις ὢν μετὰ χιλίων ηὐτομόλησεν πρὸς αὐτόν· 14.94οἱ δὲ πολλοὶ τῶν προστιθεμένων ἦσαν ἄνοπλοι. διεγνώκει δʼ εἰς Μαχαιροῦντα ἀπανίστασθαι Ἀριστόβουλος· τούτους μὲν οὖν ἀπέλυσεν ἀπόρους ὄντας· οὐ γὰρ ἐγίνοντο αὐτῷ χρήσιμοι πρὸς τὰ ἔργα· τοὺς δʼ ὡπλισμένους περὶ ὀκτακισχιλίους ὄντας ἀναλαβὼν ᾤχετο. 14.95καὶ προσπεσόντων αὐτοῖς τῶν Ῥωμαίων καρτερῶς ἡττῶνται τῇ μάχῃ γενναίως οἱ Ἰουδαῖοι καὶ προθύμως ἀγωνισάμενοι, βιασαμένων τε τῶν πολεμίων εἰς φυγὴν τρέπονται. καὶ φονεύονται μὲν αὐτῶν εἰς πεντακισχιλίους, οἱ δὲ λοιποὶ σκεδασθέντες ὡς ἐδύναντο σώζειν αὑτοὺς ἐπειρῶντο. 14.96χιλίων μέντοι πλείονας ἔχων Ἀριστόβουλος εἰς Μαχαιροῦντα διέφυγεν ὠχύρου τε τὸ χωρίον καὶ πράττων κακῶς οὐδὲν ἧττον ἐλπίδος ἀγαθῆς εἴχετο. δύο δʼ ἡμέρας ἀντισχὼν τῇ πολιορκίᾳ καὶ πολλὰ τραύματα λαβὼν αἰχμάλωτος μετʼ Ἀντιγόνου τοῦ παιδός, ὃς δὴ καὶ συνέφυγεν ἐκ Ῥώμης αὐτῷ, πρὸς Γαβίνιον ἄγεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.89 Joseph. AJ 14.94 (English) >>Joseph. AJ 14.99

Powered by PhiloLogic